Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. αὕτη πόθεν ἥκεις Πραξαγόρα;
Πραξάγορα
  1. τί δʼ ὦ μέλε
  2. σοὶ τοῦθʼ;
Βλέπυρος
  1. ὅ τί μοι τοῦτʼ ἔστιν; ὡς εὐηθικῶς.
Πραξάγορα
  1. οὔτοι παρὰ τοῦ μοιχοῦ γε φήσεις.
Βλέπυρος
  1. οὐκ ἴσως
  2. ἑνός γε.
Πραξάγορα
  1. καὶ μὴν βασανίσαι τουτί γέ σοι
  2. ἔξεστι.
Βλέπυρος
  1. πῶς;
Πραξάγορα
  1. εἰ τῆς κεφαλῆς ὄζω μύρου.