Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. βακτηρίας ἄφεσθε. καὶ μέντοι σὺ μὲν
  2. ταύτας κατευτρέπιζʼ, ἐγὼ δὲ βούλομαι
  3. εἴσω παρερπύσασα πρὶν τὸν ἄνδρα με
  4. ἰδεῖν, καταθέσθαι θοἰμάτιον αὐτοῦ πάλιν
  5. ὅθενπερ ἔλαβον τἄλλα θʼ ἁξηνεγκάμην.
Χορὸς
  1. κεῖται καὶ δὴ πάνθʼ ἅπερ εἶπας, σὸν δʼ ἔργον τἄλλα διδάσκειν,
  2. ὅ τί σοι δρῶσαι ξύμφορον ἡμεῖς δόξομεν ὀρθῶς ὑπακούειν.
  3. οὐδεμιᾷ γὰρ δεινοτέρᾳ σου ξυμμείξασʼ οἶδα γυναικί.
Πραξάγορα
  1. περιμείνατέ νυν, ἵνα τῆς ἀρχῆς ἣν ἄρτι κεχιεροτόνημαι,
  2. ξυμβούλοισιν πάσαις ὑμῖν χρήσωμαι. καὶ γὰρ ἐκεῖ μοι
  3. ἐν τῷ θορύβῳ καὶ τοῖς δεινοῖς ἀνδρειόταται γεγένησθε.