Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τί δʼ; οὐχὶ βινεῖται γυνὴ κἄνευ μύρου;
Πραξάγορα
  1. οὐ δῆτα τάλαν ἔγωγε.
Βλέπυρος
  1. πῶς οὖν ὄρθριον
  2. ᾤχου σιωπῇ θοἰμάτιον λαβοῦσά μου;
Πραξάγορα
  1. γυνή μέ τις νύκτωρ ἑταίρα καὶ φίλη
  2. μετεπέμψατʼ ὠδίνουσα.
Βλέπυρος
  1. κᾆτʼ οὐκ ἦν ἐμοὶ
  2. φράσασαν ἰέναι;
Πραξάγορα
  1. τῆς λεχοῦς δʼ οὐ φροντίσαι
  2. οὕτως ἐχούσης ὦνερ;
Βλέπυρος
  1. εἰποῦσάν γέ μοι.