Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἡμῖν δʼ ἂν αἰσχύνην φέροι
- πάσαισι παρὰ τοῖς ἀνδράσιν τὸ πρᾶγμα τοῦτʼ ἐλεγχθέν.
- πρὸς ταῦτα συστέλλου σεαυτὴν
- καὶ περισκοπουμένη
- τἀνθένδε καὶ τἀκεῖσε καὶ
- τἀκ δεξιᾶς, μὴ ξυμφορὰ γενήσεται τὸ πρᾶγμα.
- ἀλλʼ ἐγκονῶμεν· τοῦ τόπου γὰρ ἐγγύς ἐσμεν ἤδη,
- ὅθενπερ εἰς ἐκκλησίαν ὡρμώμεθʼ ἡνίκʼ ᾖμεν·
- τὴν δʼ οἰκίαν ἔξεσθʼ ὁρᾶν, ὅθενπερ ἡ στρατηγὸς
- ἔσθʼ ἡ τὸ πρᾶγμʼ εὑροῦσʼ ὃ νῦν ἔδοξε τοῖς πολίταις.
- ὥστʼ εἰκὸς ἡμᾶς μὴ βραδύνειν ἔστʼ ἐπαναμενούσας
- πώγωνας ἐξηρτημένας,
- μὴ καὶ τις †ὄψεθʼ ἡμᾶσ† χἠμῶν ἴσως κατείπῃ.
- ἀλλʼ εἶα δεῦρʼ ἐπὶ σκιᾶς
- ἐλθοῦσα πρὸς τὸ τειχίον
- παραβλέπουσα θατέρῳ
- πάλιν μετασκεύαζε σαυτὴν αὖθις ἥπερ ἦσθα,
- καὶ μὴ βράδυνʼ· ὡς τήνδε καὶ δὴ τὴν στρατηγὸν ἡμῶν
- χωροῦσαν ἐξ ἐκκλησίας ὁρῶμεν. ἀλλʼ ἐπείγου
- ἅπασα καὶ μίσει σάκον πρὸς τοῖν γνάθοιν ἔχουσα·