Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- κινεῖν ἑαυτάς.
- ἢν δὲ μὴ δυνώμεθα;
- ἄριστον οὐ δώσουσι.
- σὺ δέ γε νὴ Δία
- δρᾶ ταῦθʼ, ἵνʼ ἀριστᾷς τε καὶ κινῇς ἅμα.
- τὸ πρὸς βίαν δεινότατον.
- ἀλλʼ εἰ τῇ πόλει
- τοῦτο ξυνοίσει, ταῦτα χρὴ πάντʼ ἄνδρα δρᾶν.
- λόγος γέ τοί τις ἔστι τῶν γεραιτέρων,
- ἀνόηθʼ ὅσʼ ἂν καὶ μῶρα βουλευσώμεθα,
- ἅπαντʼ ἐπὶ τὸ βέλτιον ἡμῖν ξυμφέρειν.
- καὶ ξυμφέροι γʼ ὦ πότνια Παλλὰς καὶ θεοί.
- ἀλλʼ εἶμι· σὺ δʼ ὑγίαινε.
- καὶ σύ γʼ ὦ Χρέμης.
- ἔμβα χώρει.
- ἆρʼ ἔστι τῶν ἀνδρῶν τις ἡμῖν ὅστις ἐπακολουθεῖ;
- στρέφου σκόπει,
- φύλαττε σαυτὴν ἀσφαλῶς, πολλοὶ γὰρ οἱ πανοῦργοι,
- μή πού τις ἐκ τοὔπισθεν ὢν τὸ σχῆμα καταφυλάξῃ.
- ἀλλʼ ὡς μάλιστα τοῖν ποδοῖν ἐπικτυπῶν βάδιζε·