Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. δῆμον καταλύειν, ἀλλὰ πολλὰ κἀγαθά,
  2. ἕτερά τε πλεῖστα τὰς γυναῖκας ηὐλόγει.
Βλέπυρος
  1. τί δῆτʼ ἔδοξεν;
Χρέμης
  1. ἐπιτρέπειν γε τὴν πόλιν
  2. ταύταις. ἐδόκει γὰρ τοῦτο μόνον ἐν τῇ πόλει
  3. οὔπω γεγενῆσθαι.
Βλέπυρος
  1. καὶ δέδοκται;
Χρέμης
  1. φήμʼ ἐγώ.
Βλέπυρος
  1. ἅπαντά τʼ αὐταῖς ἐστι προστεταγμένα
  2. ἃ τοῖσιν ἀστοῖς ἔμελεν;
Χρέμης
  1. οὕτω ταῦτʼ ἔχει.
Βλέπυρος
  1. οὐδʼ ἐς δικαστήριον ἄρʼ εἶμʼ ἀλλʼ ἡ γυνή;
Χρέμης
  1. οὐδʼ ἔτι σὺ θρέψεις οὓς ἔχεις ἀλλʼ ἡ γυνή.
Βλέπυρος
  1. οὐδὲ στένειν τὸν ὄρθρον ἔτι πρᾶγμʼ ἆρά μοι;
Χρέμης
  1. μὰ Δίʼ ἀλλὰ ταῖς γυναιξὶ ταῦτʼ ἤδη μέλει·
  2. σὺ δʼ ἀστενακτὶ περδόμενος οἴκοι μενεῖς.
Βλέπυρος
  1. ἐκεῖνο δεινὸν τοῖσιν ἡλίκοισι νῷν,
  2. μὴ παραλαβοῦσαι τῆς πόλεως τὰς ἡνίας
  3. ἔπειτʼ ἀναγκάζωσι πρὸς βίαν—
Χρέμης
  1. τί δρᾶν;