Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- δῆμον καταλύειν, ἀλλὰ πολλὰ κἀγαθά,
- ἕτερά τε πλεῖστα τὰς γυναῖκας ηὐλόγει.
- τί δῆτʼ ἔδοξεν;
- ἐπιτρέπειν γε τὴν πόλιν
- ταύταις. ἐδόκει γὰρ τοῦτο μόνον ἐν τῇ πόλει
- οὔπω γεγενῆσθαι.
- καὶ δέδοκται;
- φήμʼ ἐγώ.
- ἅπαντά τʼ αὐταῖς ἐστι προστεταγμένα
- ἃ τοῖσιν ἀστοῖς ἔμελεν;
- οὕτω ταῦτʼ ἔχει.