Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- καὶ χρηματοποιόν· κοὔτε τἀπόρρητʼ ἔφη
- ἐκ Θεσμοφόροιν ἑκάστοτʼ αὐτὰς ἐκφέρειν,
- σὲ δὲ κἀμὲ βουλεύοντε τοῦτο δρᾶν ἀεί.
- καὶ νὴ τὸν Ἑρμῆν τοῦτό γʼ οὐκ ἐψεύσατο.
- ἔπειτα συμβάλλειν πρὸς ἀλλήλας ἔφη
- ἱμάτια χρυσίʼ ἀργύριον ἐκπώματα
- μόνας μόναις, οὐ μαρτύρων ἐναντίον,
- καὶ ταῦτʼ ἀποφέρειν πάντα κοὐκ ἀποστερεῖν,
- ἡμῶν δὲ τοὺς πολλοὺς ἔφασκε τοῦτο δρᾶν.
- νὴ τὸν Ποσειδῶ μαρτύρων γʼ ἐναντίον.
- οὐ συκοφαντεῖν, οὐ διώκειν, οὐδὲ τὸν