Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- οὐδʼ ἐς δικαστήριον ἄρʼ εἶμʼ ἀλλʼ ἡ γυνή;
- οὐδʼ ἔτι σὺ θρέψεις οὓς ἔχεις ἀλλʼ ἡ γυνή.
- οὐδὲ στένειν τὸν ὄρθρον ἔτι πρᾶγμʼ ἆρά μοι;
- μὰ Δίʼ ἀλλὰ ταῖς γυναιξὶ ταῦτʼ ἤδη μέλει·
- σὺ δʼ ἀστενακτὶ περδόμενος οἴκοι μενεῖς.
- ἐκεῖνο δεινὸν τοῖσιν ἡλίκοισι νῷν,
- μὴ παραλαβοῦσαι τῆς πόλεως τὰς ἡνίας
- ἔπειτʼ ἀναγκάζωσι πρὸς βίαν—
- τί δρᾶν;
- κινεῖν ἑαυτάς.
- ἢν δὲ μὴ δυνώμεθα;