Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἰέναι καθευδήσοντας ἀπονενιμμένους
- ἐς τῶν σκυλοδεψῶν· ἢν δʼ ἀποκλῄῃ θύρᾳ
- χειμῶνος ὄντος, τρεῖς σισύρας ὀφειλέτω.
- νὴ τὸν Διόνυσον χρηστά γʼ· εἰ δʼ ἐκεῖνά γε
- προσέθηκεν, οὐδεὶς ἀντεχειροτόνησεν ἄν,
- τοὺς ἀλφιταμοιβοὺς τοῖς ἀπόροις τρεῖς χοίνικας
- δεῖπνον παρέχειν ἅπασιν ἢ κλάειν μακρά,
- ἵνα τοῦτʼ ἀπέλαυσαν Ναυσικύδους τἀγαθόν.
- μετὰ τοῦτο τοίνυν εὐπρεπὴς νεανίας
- λευκός τις ἀνεπήδησʼ ὅμοιος Νικίᾳ
- δημηγορήσων, κἀπεχείρησεν λέγειν