Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. μετὰ τοῦτον Εὐαίων ὁ δεξιώτατος
  2. παρῆλθε γυμνός, ὡς ἐδόκει τοῖς πλείοσιν·
  3. αὐτός γε μέντοὔφασκεν ἱμάτιον ἔχειν·
  4. κἄπειτʼ ἔλεξε δημοτικωτάτους λόγους·
  5. ὁρᾶτε μέν με δεόμενον σωτηρίας
  6. τετραστατήρου καὐτόν· ἀλλʼ ὅμως ἐρῶ
  7. ὡς τὴν πόλιν καὶ τοὺς πολίτας σώσετε.
  8. ἢν γὰρ παρέχωσι τοῖς δεομένοις οἱ κναφῆς
  9. χλαίνας, ἐπειδὰν πρῶτον ἥλιος τραπῇ,
  10. πλευρῖτις ἡμῶν οὐδένʼ ἂν λάβοι ποτέ.
  11. ὅσοις δὲ κλίνη μή ʼστι μηδὲ στρώματα,