Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὡς χρὴ παραδοῦναι ταῖς γυναιξὶ τὴν πόλιν.
- εἶτʼ ἐθορύβησαν κἀνέκραγον ὡς εὖ λέγοι,
- τὸ σκυτοτομικὸν πλῆθος, οἱ δʼ ἐκ τῶν ἀγρῶν
- ἀνεβορβόρυξαν.
- νοῦν γὰρ εἶχον νὴ Δία.
- ἀλλʼ ἦσαν ἥττους· ὁ δὲ κατεῖχε τῇ βοῇ,
- τὰς μὲν γυναῖκας πόλλʼ ἀγαθὰ λέγων, σὲ δὲ
- πολλὰ κακά.
- καὶ τί εἶπε;
- πρῶτον μέν σʼ ἔφη
- εἶναι πανοῦργον.