Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. πρῶτος Νεοκλείδης ὁ γλάμων παρείρπυσεν.
  2. κἄπειθʼ ὁ δῆμος ἀναβοᾷ πόσον δοκεῖς,
  3. οὐ δεινὰ τολμᾶν τουτονὶ δημηγορεῖν,
  4. καὶ ταῦτα περὶ σωτηρίας προκειμένου,
  5. ὃς αὐτὸς αὑτῷ βλεφαρίδʼ οὐκ ἐσώσατο;
  6. ὁ δʼ ἀναβοήσας καὶ περιβλέψας ἔφη,
  7. τί δαί με χρῆν δρᾶν;
Βλέπυρος
  1. σκόροδʼ ὁμοῦ τρίψαντʼ ὀπῷ
  2. τιθύμαλλον ἐμβαλόντα τοῦ Λακωνικοῦ
  3. σαυτοῦ παραλείφειν τὰ βλέφαρα τῆς ἑσπέρας,
  4. ἔγωγʼ ἂν εἶπον, εἰ παρὼν ἐτύγχανον.