Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- πόθεν;
- οὐδʼ εἰ μὰ Δία τότʼ ἦλθες ὅτε τὸ δεύτερον
- ἁλεκτρυὼν ἐφθέγγετʼ.
- οἴμοι δείλαιος.
- Ἀντίλοχʼ ἀποίμωξόν με τοῦ τριωβόλου
- τὸν ζῶντα μᾶλλον. τἀμὰ γὰρ διοίχεται.
- ἀτὰρ τί τὸ πρᾶγμʼ ἦν, ὅτι τοσοῦτον χρῆμʼ ὄχλου
- οὕτως ἐν ὥρᾳ ξυνελέγη;
- τί δʼ ἄλλο γʼ ἢ
- ἔδοξε τοῖς πρυτάνεσι περὶ σωτηρίας
- γνώμας καθεῖναι τῆς πόλεως; κᾆτʼ εὐθέως