Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. εἰ γὰρ ὤφελον.
  2. ἀλλʼ ὕστερος νῦν ἦλθον, ὥστʼ αἰσχύνομαι
  3. μὰ τὸν Δίʼ οὐδένʼ ἄλλον ἢ τὸν θύλακον.
Βλέπυρος
  1. τὸ δʼ αἴτιον τί;
Χρέμης
  1. πλεῖστος ἀνθρώπων ὄχλος,
  2. ὅσος οὐδεπώποτʼ ἦλθʼ ἁθρόος ἐς τὴν πύκνα.
  3. καὶ δῆτα πάντες σκυτοτόμοις ᾐκάζομεν
  4. ὁρῶντες αὐτούς. οὐ γὰρ ἀλλʼ ὑπερφυῶς
  5. ὡς λευκοπληθὴς ἦν ἰδεῖν ἡκκλησία·
  6. ὥστʼ οὐκ ἔλαβον οὔτʼ αὐτὸς οὔτʼ ἄλλοι συχνοί.
Βλέπυρος
  1. οὐδʼ ἄρʼ ἂν ἐγὼ λάβοιμι νῦν ἐλθών;