Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἐγώ;
  2. οὐ δῆτʼ ἔτι γε μὰ τὸν Δίʼ, ἀλλʼ ἀνίσταμαι.
Χρέμης
  1. τὸ τῆς γυναικὸς δʼ ἀμπέχει χιτώνιον;
Βλέπυρος
  1. ἐν τῷ σκότῳ γὰρ τοῦτʼ ἔτυχον ἔνδον λαβών.
  2. ἀτὰρ πόθεν ἥκεις ἐτεόν;
Χρέμης
  1. ἐξ ἐκκλησίας.
Βλέπυρος
  1. ἤδη λέλυται γάρ;
Χρέμης
  1. νὴ Δίʼ ὄρθριον μὲν οὖν.
  2. καὶ δῆτα πολὺν ἡ μίλτος ὦ Ζεῦ φίλτατε
  3. γέλων παρέσχεν, ἣν προσέρραινον κύκλῳ.
Βλέπυρος
  1. τὸ τριώβολον δῆτʼ ἔλαβες;