Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὅστις ποτʼ ἔσθʼ ἅνθρωπος ἁχραδούσιος.
  2. τίς ἂν οὖν ἰατρόν μοι μετέλθοι καὶ τίνα;
  3. τίς τῶν κατὰ πρωκτὸν δεινός ἐστι τὴν τέχνην;
  4. ἀλλʼ οἶδʼ, Ἀμύνων. ἀλλʼ ἴσως ἀρνήσεται.
  5. Ἀντισθένη τις καλεσάτω πάσῃ τέχνῃ.
  6. οὗτος γὰρ ἁνὴρ ἕνεκά γε στεναγμάτων
  7. οἶδεν τί πρωκτὸς βούλεται χεζητιῶν.
  8. ὦ πότνιʼ Εἰλείθυια μή με περιίδῃς
  9. διαρραγέντα μηδὲ βεβαλανωμένον,
  10. ἵνα μὴ γένωμαι σκωραμὶς κωμῳδική.
Χρέμης
  1. οὗτος τί ποιεῖς; οὔτι που χέζεις;