Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἀλλὰ σὺ μὲν ἱμονιάν τινʼ ἀποπατεῖς, ἐμοὶ δʼ
- ὥρα βαδίζειν ἐστὶν εἰς ἐκκλησίαν,
- ἤνπερ λάβω θοἰμάτιον, ὅπερ ἦν μοι μόνον.
- κἄγωγʼ, ἐπειδὰν ἀποπατήσω· νῦν δέ μου
- ἀχράς τις ἐγκλῄσασʼ ἔχει τὰ σιτία.
- μῶν ἣν Θρασύβουλος εἶπε τοῖς Λακωνικοῖς;
- νὴ τὸν Διόνυσον ἐνέχεται γοῦν μοι σφόδρα.
- ἀτὰρ τί δράσω; καὶ γὰρ οὐδὲ τοῦτό με
- μόνον τὸ λυποῦν ἐστιν, ἀλλʼ ὅταν φάγω,
- ὅποι βαδιεῖταί μοι τὸ λοιπὸν ἡ κόπρος.
- νῦν μὲν γὰρ οὗτος βεβαλάνωκε τὴν θύραν,