Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὥρα βαδίζειν ἐστὶν εἰς ἐκκλησίαν,
  2. ἤνπερ λάβω θοἰμάτιον, ὅπερ ἦν μοι μόνον.
Βλέπυρος
  1. κἄγωγʼ, ἐπειδὰν ἀποπατήσω· νῦν δέ μου
  2. ἀχράς τις ἐγκλῄσασʼ ἔχει τὰ σιτία.
Ἀνήρ
  1. μῶν ἣν Θρασύβουλος εἶπε τοῖς Λακωνικοῖς;
Βλέπυρος
  1. νὴ τὸν Διόνυσον ἐνέχεται γοῦν μοι σφόδρα.
  2. ἀτὰρ τί δράσω; καὶ γὰρ οὐδὲ τοῦτό με
  3. μόνον τὸ λυποῦν ἐστιν, ἀλλʼ ὅταν φάγω,
  4. ὅποι βαδιεῖταί μοι τὸ λοιπὸν ἡ κόπρος.
  5. νῦν μὲν γὰρ οὗτος βεβαλάνωκε τὴν θύραν,
  6. ὅστις ποτʼ ἔσθʼ ἅνθρωπος ἁχραδούσιος.
  7. τίς ἂν οὖν ἰατρόν μοι μετέλθοι καὶ τίνα;
  8. τίς τῶν κατὰ πρωκτὸν δεινός ἐστι τὴν τέχνην;
  9. ἀλλʼ οἶδʼ, Ἀμύνων. ἀλλʼ ἴσως ἀρνήσεται.
  10. Ἀντισθένη τις καλεσάτω πάσῃ τέχνῃ.
  11. οὗτος γὰρ ἁνὴρ ἕνεκά γε στεναγμάτων
  12. οἶδεν τί πρωκτὸς βούλεται χεζητιῶν.
  13. ὦ πότνιʼ Εἰλείθυια μή με περιίδῃς
  14. διαρραγέντα μηδὲ βεβαλανωμένον,
  15. ἵνα μὴ γένωμαι σκωραμὶς κωμῳδική.