Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- οὐκ ἔχω φράσαι.
- ζητῶν γὰρ αὔτʼ οὐχ ηὗρον ἐν τοῖς στρώμασιν.
- εἶτʼ οὐδὲ τὴν γυναῖκʼ ἐκέλευσάς σοι φράσαι;
- μὰ τὸν Δίʼ οὐ γὰρ ἔνδον οὖσα τυγχάνει,
- ἀλλʼ ἐκτετρύπηκεν λαθοῦσά μʼ ἔνδοθεν·
- ὃ καὶ δέδοικα μή τι δρᾷ νεώτερον.
- νὴ τὸν Ποσειδῶ ταὐτὰ τοίνυν ἄντικρυς
- ἐμοὶ πέπονθας. καὶ γὰρ ᾗ ξύνειμʼ ἐγὼ
- φρούδη ʼστʼ ἔχουσα θοἰμάτιον οὑγὼ ʼφόρουν.
- κοὐ τοῦτο λυπεῖ μʼ, ἀλλὰ καὶ τὰς ἐμβάδας.
- οὔκουν λαβεῖν γʼ αὐτὰς ἐδυνάμην οὐδαμοῦ.
- μὰ τὸν Διόνυσον οὐδʼ ἐγὼ γὰρ τὰς ἐμὰς
- Λακωνικάς, ἀλλʼ ὡς ἔτυχον χεζητιῶν,
- ἐς τὼ κοθόρνω τὼ πόδʼ ἐνθεὶς ἵεμαι,
- ἵνα μὴ ʼγχέσαιμʼ ἐς τὴν σισύραν· φανὴ γὰρ ἦν.
- τί δῆτʼ ἂν εἴη; μῶν ἐπʼ ἄριστον γυνὴ
- κέκληκεν αὐτὴν τῶν φίλων;
- γνώμην γʼ ἐμήν.
- οὔκουν πονηρά γʼ ἐστὶν ὅ τι κἄμʼ εἰδέναι.
- ἀλλὰ σὺ μὲν ἱμονιάν τινʼ ἀποπατεῖς, ἐμοὶ δʼ