Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- οὗτος τί ποιεῖς; οὔτι που χέζεις;
- ἐγώ;
- οὐ δῆτʼ ἔτι γε μὰ τὸν Δίʼ, ἀλλʼ ἀνίσταμαι.
- τὸ τῆς γυναικὸς δʼ ἀμπέχει χιτώνιον;
- ἐν τῷ σκότῳ γὰρ τοῦτʼ ἔτυχον ἔνδον λαβών.
- ἀτὰρ πόθεν ἥκεις ἐτεόν;
- ἐξ ἐκκλησίας.
- ἤδη λέλυται γάρ;
- νὴ Δίʼ ὄρθριον μὲν οὖν.
- καὶ δῆτα πολὺν ἡ μίλτος ὦ Ζεῦ φίλτατε
- γέλων παρέσχεν, ἣν προσέρραινον κύκλῳ.
- τὸ τριώβολον δῆτʼ ἔλαβες;
- εἰ γὰρ ὤφελον.
- ἀλλʼ ὕστερος νῦν ἦλθον, ὥστʼ αἰσχύνομαι
- μὰ τὸν Δίʼ οὐδένʼ ἄλλον ἢ τὸν θύλακον.
- τὸ δʼ αἴτιον τί;
- πλεῖστος ἀνθρώπων ὄχλος,
- ὅσος οὐδεπώποτʼ ἦλθʼ ἁθρόος ἐς τὴν πύκνα.
- καὶ δῆτα πάντες σκυτοτόμοις ᾐκάζομεν
- ὁρῶντες αὐτούς. οὐ γὰρ ἀλλʼ ὑπερφυῶς