Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- καὶ θοἰμάτιον· ὅτε δὴ δʼ ἐκεῖνο ψηλαφῶν
- οὐκ ἐδυνάμην εὑρεῖν, ὁ δʼ ἤδη τὴν θύραν
- ἐπεῖχε κρούων ὁ κοπρεαῖος, λαμβάνω
- τουτὶ τὸ τῆς γυναικὸς ἡμιδιπλοίδιον,
- καὶ τὰς ἐκείνης Περσικὰς ὑφέλκομαι.
- ἀλλʼ ἐν καθαρῷ ποῦ, ποῦ τις ἂν χέσας τύχοι;
- ἢ πανταχοῦ τοι νυκτός ἐστιν ἐν καλῷ;
- οὐ γάρ με νῦν χέζοντά γʼ οὐδεὶς ὄψεται.
- οἴμοι κακοδαίμων, ὅτι γέρων ὢν ἠγόμην
- γυναῖχʼ· ὅσας εἴμʼ ἄξιος πληγὰς λαβεῖν.
- οὐ γάρ ποθʼ ὑγιὲς οὐδὲν ἐξελήλυθεν
- δράσουσʼ. ὅμως δʼ οὖν ἐστιν ἀποπατητέον.
- τίς ἔστιν; οὐ δήπου Βλέπυρος ὁ γειτνιῶν;
- νὴ τὸν Δίʼ αὐτὸς δῆτʼ ἐκεῖνος.
- εἰπέ μοι,
- τί τοῦτό σοι τὸ πυρρόν ἐστιν; οὔτι που
- Κινησίας σου κατατετίληκέν ποθεν;
- οὔκ, ἀλλὰ τῆς γυναικὸς ἐξελήλυθα
- τὸ κροκωτίδιον ἀμπισχόμενος οὑνδύεται.
- τὸ δʼ ἱμάτιόν σου ποῦ ʼστιν;