Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἢ πανταχοῦ τοι νυκτός ἐστιν ἐν καλῷ;
  2. οὐ γάρ με νῦν χέζοντά γʼ οὐδεὶς ὄψεται.
  3. οἴμοι κακοδαίμων, ὅτι γέρων ὢν ἠγόμην
  4. γυναῖχʼ· ὅσας εἴμʼ ἄξιος πληγὰς λαβεῖν.
  5. οὐ γάρ ποθʼ ὑγιὲς οὐδὲν ἐξελήλυθεν
  6. δράσουσʼ. ὅμως δʼ οὖν ἐστιν ἀποπατητέον.
Ἀνήρ
  1. τίς ἔστιν; οὐ δήπου Βλέπυρος ὁ γειτνιῶν;
Βλέπυρος
  1. νὴ τὸν Δίʼ αὐτὸς δῆτʼ ἐκεῖνος.
Ἀνήρ
  1. εἰπέ μοι,
  2. τί τοῦτό σοι τὸ πυρρόν ἐστιν; οὔτι που
  3. Κινησίας σου κατατετίληκέν ποθεν;