Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- περ πηλοφοροῦντες.
- τί τὸ πρᾶγμα; ποῖ ποθʼ ἡ γυνὴ φρούδη ʼστί μοι;
- ἐπεὶ πρὸς ἕω νῦν γʼ ἔστιν, ἡ δʼ οὐ φαίνεται.
- ἐγὼ δὲ κατάκειμαι πάλαι χεζητιῶν,
- τὰς ἐμβάδας ζητῶν λαβεῖν ἐν τῷ σκότῳ
- καὶ θοἰμάτιον· ὅτε δὴ δʼ ἐκεῖνο ψηλαφῶν
- οὐκ ἐδυνάμην εὑρεῖν, ὁ δʼ ἤδη τὴν θύραν
- ἐπεῖχε κρούων ὁ κοπρεαῖος, λαμβάνω
- τουτὶ τὸ τῆς γυναικὸς ἡμιδιπλοίδιον,
- καὶ τὰς ἐκείνης Περσικὰς ὑφέλκομαι.
- ἀλλʼ ἐν καθαρῷ ποῦ, ποῦ τις ἂν χέσας τύχοι;