Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. οὔκ, ἀλλὰ τῆς γυναικὸς ἐξελήλυθα
  2. τὸ κροκωτίδιον ἀμπισχόμενος οὑνδύεται.
Ἀνήρ
  1. τὸ δʼ ἱμάτιόν σου ποῦ ʼστιν;
Βλέπυρος
  1. οὐκ ἔχω φράσαι.
  2. ζητῶν γὰρ αὔτʼ οὐχ ηὗρον ἐν τοῖς στρώμασιν.
Ἀνήρ
  1. εἶτʼ οὐδὲ τὴν γυναῖκʼ ἐκέλευσάς σοι φράσαι;
Βλέπυρος
  1. μὰ τὸν Δίʼ οὐ γὰρ ἔνδον οὖσα τυγχάνει,
  2. ἀλλʼ ἐκτετρύπηκεν λαθοῦσά μʼ ἔνδοθεν·
  3. ὃ καὶ δέδοικα μή τι δρᾷ νεώτερον.
Ἀνήρ
  1. νὴ τὸν Ποσειδῶ ταὐτὰ τοίνυν ἄντικρυς
  2. ἐμοὶ πέπονθας. καὶ γὰρ ᾗ ξύνειμʼ ἐγὼ