Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἐν τοῖς στεφανώμασιν,
- νυνὶ δʼ ἐνοχλοῦσʼ ἄγαν.
- ἀλλʼ οὐχί, Μυρωνίδης
- ὅτʼ ἦρχεν ὁ γεννάδας,
- οὐδεὶς ἂν ἐτόλμα
- τὰ τῆς πόλεως διοικεῖν
- ἀργύριον φέρων·
- ἀλλʼ ἧκεν ἕκαστος
- ἐν ἀσκιδίῳ φέρων
- πιεῖν ἅμα τʼ ἄρτον αὑτῷ
- καὶ δύο κρομμύω
- καὶ τρεῖς ἂν ἐλάας.
- νυνὶ δὲ τριώβολον
- ζητοῦσι λαβεῖν, ὅταν
- πράττωσί τι κοινὸν ὥσ-
- περ πηλοφοροῦντες.
- τί τὸ πρᾶγμα; ποῖ ποθʼ ἡ γυνὴ φρούδη ʼστί μοι;
- ἐπεὶ πρὸς ἕω νῦν γʼ ἔστιν, ἡ δʼ οὐ φαίνεται.
- ἐγὼ δὲ κατάκειμαι πάλαι χεζητιῶν,
- τὰς ἐμβάδας ζητῶν λαβεῖν ἐν τῷ σκότῳ