Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- δώσειν τὸ τριώβολον.
- ἀλλʼ ὦ Χαριτιμίδη
- καὶ Σμίκυθε καὶ Δράκης
- ἕπου κατεπείγων,
- σαυτῷ προσέχων ὅπως
- μηδὲν παραχορδιεῖς
- ὧν δεῖ σʼ ἀποδεῖξαι·
- ὅπως δὲ τὸ σύμβολον
- λαβόντες ἔπειτα πλησίοι
- καθεδούμεθʼ, ὡς
- ἂν χειροτονῶμεν
- ἅπανθʼ ὁπόσʼ ἂν δέῃ
- τὰς ἡμετέρας φίλας.
- καίτοι τί λέγω; φίλους
- γὰρ χρῆν μʼ ὀνομάζειν.
- ὅρα δʼ ὅπως ὠθήσομεν τούσδε τοὺς ἐξ ἄστεως
- ἥκοντας, ὅσοι πρὸ τοῦ
- μέν, ἡνίκʼ ἔδει λαβεῖν
- ἐλθόντʼ ὀβολὸν μόνον,
- καθῆντο λαλοῦντες