Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἐπερειδόμεναι βαδίζετʼ ᾄδουσαι μέλος
- πρεσβυτικόν τι, τὸν τρόπον μιμούμεναι
- τὸν τῶν ἀγροίκων.
- εὖ λέγεις· ἡμεῖς δέ γε
- προΐωμεν αὐτῶν. καὶ γὰρ ἑτέρας οἴομαι
- ἐκ τῶν ἀγρῶν ἐς τὴν πύκνʼ ἥξειν ἄντικρυς
- γυναῖκας.
- ἀλλὰ σπεύσαθʼ ὡς εἴωθʼ ἐκεῖ
- τοῖς μὴ παροῦσιν ὀρθρίοις ἐς τὴν πύκνα
- ὑπαποτρέχειν ἔχουσι μηδὲ πάτταλον.
- ὥρα προβαίνειν ὦνδρες ἡμῖν ἐστι· τοῦτο γὰρ χρὴ
- μεμνημένας ἀεὶ λέγειν, ὡς μήποτʼ ἐξολίσθῃ
- ἡμᾶς. ὁ κίνδυνος γὰρ οὐχὶ μικρός, ἢν ἁλῶμεν
- ἐνδυόμεναι κατὰ σκότον τόλμημα τηλικοῦτον.
- χωρῶμεν εἰς ἐκκλησίαν ὦνδρες· ἠπείλησε γὰρ
- ὁ θεσμοθέτης, ὃς ἂν
- μὴ πρῲ πάνυ τοῦ κνέφους
- ἥκῃ κεκονιμένος,
- στέργων σκοροδάλμῃ
- βλέπων ὑπότριμμα, μὴ