Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἐκεῖνο μόνον ἄσκεπτον, ἤν σʼ οἱ τοξόται
  2. ἕλκωσιν, ὅ τι δράσεις ποτʼ.
Πραξάγορα
  1. ἐξαγκωνιῶ
  2. ὡδί· μέση γὰρ οὐδέποτε ληφθήσομαι.
Γυνὴ Β
  1. ἡμεῖς δέ γʼ, ἢν αἴρωσʼ, ἐᾶν κελεύσομεν.
Γυνὴ Α
  1. ταυτὶ μὲν ἡμῖν ἐντεθύμηται καλῶς
  2. ἐκεῖνο δʼ οὐ πεφροντίκαμεν, ὅτῳ τρόπῳ
  3. τὰς χεῖρας αἴρειν μνημονεύσομεν τότε.
  4. εἰθισμέναι γάρ ἐσμεν αἴρειν τὼ σκέλει.
Πραξάγορα
  1. χαλεπὸν τὸ πρᾶγμʼ· ὅμως δὲ χειροτονητέον
  2. ἐξωμισάσαις τὸν ἕτερον βραχίονα.
  3. ἄγε νυν ἀναστέλλεσθʼ ἄνω τὰ χιτώνια·
  4. ὑποδεῖσθε δʼ ὡς τάχιστα τὰς Λακωνικάς,
  5. ὥσπερ τὸν ἄνδρʼ ἐθεᾶσθʼ, ὅτʼ εἰς ἐκκλησίαν
  6. μέλλοι βαδίζειν ἢ θύραζʼ ἑκάστοτε.
  7. ἔπειτʼ ἐπειδὰν ταῦτα πάντʼ ἔχῃ καλῶς,
  8. περιδεῖσθε τοὺς πώγωνας. ἡνίκʼ ἂν δέ γε
  9. τούτους ἀκριβώσητε περιηρμοσμέναι,
  10. καὶ θαἰμάτια τἀνδρεῖά γʼ ἅπερ ἐκλέψατε
  11. ἐπαναβάλεσθε, κᾆτα ταῖς βακτηρίαις