Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. πόθεν ὦ τάλαινα ταῦτʼ ἔμαθες οὕτω καλῶς;
Πραξάγορα
  1. ἐν ταῖς φυγαῖς μετὰ τἀνδρὸς ᾤκησʼ ἐν πυκνί·
  2. ἔπειτʼ ἀκούουσʼ ἐξέμαθον τῶν ῥητόρων.
Γυνὴ Α
  1. οὐκ ἐτὸς ἄρʼ ὦ μέλʼ ἦσθα δεινὴ καὶ σοφή·
  2. καί σε στρατηγεῖν αἱ γυναῖκες αὐτόθεν
  3. αἱρούμεθʼ, ἢν ταῦθʼ ἁπινοεῖς κατεργάσῃ.
  4. ἀτὰρ ἢν Κέφαλός σοι λοιδορῆται προσφθαρείς,
  5. πῶς ἀντερεῖς πρὸς αὐτὸν ἐν τἠκκλησίᾳ;
Πραξάγορα
  1. φήσω παραφρονεῖν αὐτόν.
Γυνὴ Α
  1. ἀλλὰ τοῦτό γε
  2. ἴσασι πάντες.
Πραξάγορα
  1. ἀλλὰ καὶ μελαγχολᾶν.
Γυνὴ Α
  1. καὶ τοῦτʼ ἴσασιν.
Πραξάγορα
  1. ἀλλὰ καὶ τὰ τρύβλια
  2. κακῶς κεραμεύειν, τὴν δὲ πόλιν εὖ καὶ καλῶς.
Γυνὴ Α
  1. τί δʼ ἢν Νεοκλείδης ὁ γλάμων σε λοιδορῇ;
Πραξάγορα
  1. τούτῳ μὲν εἶπον ἐς κυνὸς πυγὴν ὁρᾶν.
Γυνὴ Α
  1. τί δʼ ἢν ὑποκρούωσίν σε;
Πραξάγορα
  1. προσκινήσομαι
  2. ἅτʼ οὐκ ἄπειρος οὖσα πολλῶν κρουμάτων.