Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- τὰ Θεσμοφόριʼ ἄγουσιν ὥσπερ καὶ πρὸ τοῦ·
- πέττουσι τοὺς πλακοῦντας ὥσπερ καὶ πρὸ τοῦ·
- τοὺς ἄνδρας ἐπιτρίβουσιν ὥσπερ καὶ πρὸ τοῦ·
- μοιχοὺς ἔχουσιν ἔνδον ὥσπερ καὶ πρὸ τοῦ·
- αὑταῖς παροψωνοῦσιν ὥσπερ καὶ πρὸ τοῦ·
- οἶνον φιλοῦσʼ εὔζωρον ὥσπερ καὶ πρὸ τοῦ·
- βινούμεναι χαίρουσιν ὥσπερ καὶ πρὸ τοῦ.
- ταύταισιν οὖν ὦνδρες παραδόντες τὴν πόλιν
- μὴ περιλαλῶμεν, μηδὲ πυνθανώμεθα
- τί ποτʼ ἄρα δρᾶν μέλλουσιν, ἀλλʼ ἁπλῷ τρόπῳ
- ἐῶμεν ἄρχειν, σκεψάμενοι ταυτὶ μόνα,
- ὡς τοὺς στρατιώτας πρῶτον οὖσαι μητέρες
- σῴζειν ἐπιθυμήσουσιν· εἶτα σιτία
- τίς τῆς τεκούσης μᾶλλον ἐπιπέμψειεν ἄν;
- χρήματα πορίζειν εὐπορώτατον γυνή,
- ἄρχουσά τʼ οὐκ ἂν ἐξαπατηθείη ποτέ·
- αὐταὶ γάρ εἰσιν ἐξαπατᾶν εἰθισμέναι.
- τὰ δʼ ἄλλʼ ἐάσω· ταῦτʼ ἐὰν πίθησθέ μοι,
- εὐδαιμονοῦντες τὸν βίον διάξετε.
- εὖ γʼ ὦ γλυκυτάτη Πραξαγόρα καὶ δεξιῶς.