Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- νῦν καλῶς ἐπῄνεσας.
- ὑμεῖς γάρ ἐστʼ ὦ δῆμε τούτων αἴτιοι.
- τὰ δημόσια γὰρ μισθοφοροῦντες χρήματα
- ἰδίᾳ σκοπεῖσθʼ ἕκαστος ὅ τι τις κερδανεῖ,
- τὸ δὲ κοινὸν ὥσπερ Αἴσιμος κυλίνδεται.
- ἢν οὖν ἐμοὶ πίθησθε, σωθήσεσθʼ ἔτι.
- ταῖς γὰρ γυναιξὶ φημὶ χρῆναι τὴν πόλιν
- ἡμᾶς παραδοῦναι. καὶ γὰρ ἐν ταῖς οἰκίαις
- ταύταις ἐπιτρόποις καὶ ταμίαισι χρώμεθα.
- εὖ γʼ εὖ γε νὴ Δίʼ εὖ γε.
- λέγε λέγʼ ὦγαθέ.
- ὡς δʼ εἰσὶν ἡμῶν τοὺς τρόπους βελτίονες
- ἐγὼ διδάξω. πρῶτα μὲν γὰρ τἄρια
- βάπτουσι θερμῷ κατὰ τὸν ἀρχαῖον νόμον
- ἁπαξάπασαι, κοὐχὶ μεταπειρωμένας
- ἴδοις ἂν αὐτάς. ἡ δʼ Ἀθηναίων πόλις,
- εἰ τοῦτο χρηστῶς εἶχεν, οὐκ ἂν ἐσῴζετο,
- εἰ μή τι καινὸν ἄλλο περιηργάζετο.
- καθήμεναι φρύγουσιν ὥσπερ καὶ πρὸ τοῦ·
- ἐπὶ τῆς κεφαλῆς φέρουσιν ὥσπερ καὶ πρὸ τοῦ·