Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὁ μὲν λαβὼν ἀργύριον ὑπερεπῄνεσεν,
  2. ὁ δʼ οὐ λαβὼν εἶναι θανάτου φήσʼ ἀξίους
  3. τοὺς μισθοφορεῖν ζητοῦντας ἐν τἠκκλησίᾳ.
Γυνὴ Α
  1. νὴ τὴν Ἀφροδίτην εὖ γε ταυταγὶ λέγεις.
Πραξάγορα
  1. τάλαινʼ Ἀφροδίτην ὤμοσας; χαρίεντά γʼ ἂν
  2. ἔδρασας, εἰ τοῦτʼ εἶπας ἐν τἠκκλησίᾳ.
Γυνὴ Α
  1. ἀλλʼ οὐκ ἂν εἶπον.
Πραξάγορα
  1. μηδʼ ἐθίζου νῦν λέγειν.
  2. τὸ συμμαχικὸν αὖ τοῦθʼ, ὅτʼ ἐσκοπούμεθα,
  3. εἰ μὴ γένοιτʼ, ἀπολεῖν ἔφασκον τὴν πόλιν·
  4. ὅτε δὴ δʼ ἐγένετʼ, ἤχθοντο, τῶν δὲ ῥητόρων
  5. ὁ τοῦτʼ ἀναπείσας εὐθὺς ἀποδρὰς ᾤχετο.
  6. ναῦς δεῖ καθέλκειν· τῷ πένητι μὲν δοκεῖ,
  7. τοῖς πλουσίοις δὲ καὶ γεωργοῖς οὐ δοκεῖ.
  8. Κορινθίοις ἄχθεσθε, κἀκεῖνοί γέ σοι·
  9. νῦν εἰσὶ χρηστοί, καὶ σύ νυν χρηστὸς γενοῦ.
  10. Ἀργεῖος ἀμαθής, ἀλλʼ Ἱερώνυμος σοφός·
  11. σωτηρία παρέκυψεν, ἀλλʼ ὡρᾴζεται
  12. Θρασύβουλος αὐτὸς οὐχὶ παρακαλούμενος.
Γυνὴ Α
  1. ὡς ξυνετὸς ἁνήρ.