Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. καίτοι πρὸς ὄρθρον γʼ ἐστίν· ἡ δʼ ἐκκλησία
  2. αὐτίκα μάλʼ ἔσται· καταλαβεῖν δʼ ἡμᾶς ἕδρας,
  3. ἃς Φυρόμαχός ποτʼ εἶπεν, εἰ μέμνησθʼ ἔτι,
  4. δεῖ τὰς ἑτέρας πως κἀγκαθεζομένας λαθεῖν.
  5. τί δῆτʼ ἂν εἴη; πότερον οὐκ ἐρραμμένους
  6. ἔχουσι τοὺς πώγωνας, οὓς εἴρητʼ ἔχειν;
  7. ἢ θαἰμάτια τἀνδρεῖα κλεψάσαις λαθεῖν
  8. ἦν χαλεπὸν αὐταῖς; ἀλλʼ ὁρῶ τονδὶ λύχνον
  9. προσιόντα. φέρε νυν ἐπαναχωρήσω πάλιν,
  10. μὴ καί τις ὢν ἀνὴρ ὁ προσιὼν τυγχάνῃ.
Γυνὴ Α
  1. ὥρα βαδίζειν, ὡς ὁ κῆρυξ ἀρτίως
  2. ἡμῶν προσιουσῶν δεύτερον κεκόκκυκεν.
Πραξάγορα
  1. ἐγὼ δέ γʼ ὑμᾶς προσδοκῶσʼ ἠγρηγόρη
  2. τὴν νύκτα πᾶσαν. ἀλλὰ φέρε τὴν γείτονα
  3. τήνδʼ ἐκκαλέσωμαι θρυγονῶσα τὴν θύραν.
  4. δεῖ γὰρ τὸν ἄνδρʼ αὐτῆς λαθεῖν.
Γυνὴ Β
  1. ἤκουσά τοι
  2. ὑποδουμένη τὸ κνῦμά σου τῶν δακτύλων,
  3. ἅτʼ οὐ καταδαρθοῦσʼ. ὁ γὰρ ἀνὴρ ὦ φιλτάτη,
  4. Σαλαμίνιος γάρ ἐστιν ᾧ ξύνειμʼ ἐγώ,