Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. Πραξάγορα
    1. Ὦ λαμπρὸν ὄμμα τοῦ τροχηλάτου λύχνου
    2. κάλλιστʼ ἐν εὐστόχοισιν ἐζητημένον·
    3. γονάς τε γὰρ σὰς καὶ τύχας δηλώσομεν·
    4. τροχῷ γὰρ ἐλαθεὶς κεραμικῆς ῥύμης ὕπο
    5. μυκτῆρσι λαμπρὰς ἡλίου τιμὰς ἔχεις·
    6. ὅρμα φλογὸς σημεῖα τὰ ξυγκείμενα.
    7. σοὶ γὰρ μόνῳ δηλοῦμεν εἰκότως, ἐπεὶ
    8. κἀν τοῖσι δωματίοισιν Ἀφροδίτης τρόπων
    9. πειρωμέναισι πλησίον παραστατεῖς,
    10. λορδουμένων τε σωμάτων ἐπιστάτην
    11. ὀφθαλμὸν οὐδεὶς τὸν σὸν ἐξείργει δόμων.
    12. μόνος δὲ μηρῶν εἰς ἀπορρήτους μυχοὺς
    13. λάμπεις ἀφεύων τὴν ἐπανθοῦσαν τρίχα·
    14. στοάς τε καρποῦ Βακχίου τε νάματος
    15. πλήρεις ὑποιγνύσαισι συμπαραστατεῖς·
    16. καὶ ταῦτα συνδρῶν οὐ λαλεῖς τοῖς πλησίον.
    17. ἀνθʼ ὧν συνείσει καὶ τὰ νῦν βουλεύματα
    18. ὅσα Σκίροις ἔδοξε ταῖς ἐμαῖς φίλαις.
    19. ἀλλʼ οὐδεμία πάρεστιν ἃς ἥκειν ἐχρῆν.