Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- τὴν νύχθʼ ὅλην ἤλαυνέ μʼ ἐν τοῖς στρώμασιν,
- ὥστʼ ἄρτι τουτὶ θοἰμάτιον αὐτοῦ ʼλαβον.
- καὶ μὴν ὁρῶ καὶ Κλειναρέτην καὶ Σωστράτην
- προσιοῦσαν ἤδη τήνδε καὶ Φιλαινέτην.
- οὔκουν ἐπείξεσθʼ; ὡς Γλύκη κατώμοσεν
- τὴν ὑστάτην ἥκουσαν οἴνου τρεῖς χοᾶς
- ἡμῶν ἀποτείσειν κἀρεβίνθων χοίνικα.
- τὴν Σμικυθίωνος δʼ οὐχ ὁρᾷς Μελιστίχην
- σπεύδουσαν ἐν ταῖς ἐμβάσιν;
- καίτοι δοκεῖ
- κατὰ σχολὴν παρὰ τἀνδρὸς ἐξελθεῖν μόνη.
- τὴν τοῦ καπήλου δʼ οὐχ ὁρᾷς Γευσιστράτην
- ἔχουσαν ἐν τῇ δεξιᾷ τὴν λαμπάδα;
- καὶ τὴν Φιλοδωρήτου τε καὶ Χαιρητάδου
- ὁρῶ προσιούσας χἀτέρας πολλὰς πάνυ
- γυναῖκας, ὅ τι πέρ ἐστʼ ὄφελος ἐν τῇ πόλει.
- καὶ πάνυ ταλαιπώρως ἔγωγʼ ὦ φιλτάτη
- ἐκδρᾶσα παρέδυν. ὁ γὰρ ἀνὴρ τὴν νύχθʼ ὅλην
- ἔβηττε τριχίδων ἑσπέρας ἐμπλήμενος.
- κάθησθε τοίνυν, ὡς ἂν ἀνέρωμαι τάδε