Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. γυναῖκας αὖ δύστηνε τοὺς ἄνδρας λέγεις;
Γυνὴ Β
  1. διʼ Ἐπίγονόν γʼ ἐκεῖνον· ἐπιβλέψασα γὰρ
  2. ἐκεῖσε πρὸς γυναῖκας ᾠόμην λέγειν.
Πραξάγορα
  1. ἄπερρε καὶ σὺ καὶ κάθησʼ ἐντευθενί·
  2. αὐτὴ γὰρ ὑμῶν γʼ ἕνεκά μοι λέξειν δοκῶ
  3. τονδὶ λαβοῦσα. τοῖς θεοῖς μὲν εὔχομαι
  4. τυχεῖν κατορθώσασα τὰ βεβουλευμένα.
  5. ἐμοὶ δʼ ἴσον μὲν τῆσδε τῆς χώρας μέτα
  6. ὅσονπερ ὑμῖν· ἄχθομαι δὲ καὶ φέρω
  7. τὰ τῆς πόλεως ἅπαντα βαρέως πράγματα.
  8. ὁρῶ γὰρ αὐτὴν προστάταισι χρωμένην
  9. ἀεὶ πονηροῖς· κἄν τις ἡμέραν μίαν
  10. χρηστὸς γένηται, δέκα πονηρὸς γίγνεται.
  11. ἐπέτρεψας ἑτέρῳ· πλείονʼ ἔτι δράσει κακά.
  12. χαλεπὸν μὲν οὖν ἄνδρας δυσαρέστους νουθετεῖν,
  13. οἳ τοὺς φιλεῖν μὲν βουλομένους δεδοίκατε,
  14. τοὺς δʼ οὐκ ἐθέλοντας ἀντιβολεῖθʼ ἑκάστοτε.
  15. ἐκκλησίαισιν ἦν ὅτʼ οὐκ ἐχρώμεθα
  16. οὐδὲν τὸ παράπαν· ἀλλὰ τόν γʼ Ἀγύρριον
  17. πονηρὸν ἡγούμεσθα· νῦν δὲ χρωμένων