Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἐγώ.
Πραξάγορα
  1. ἴθι δὴ στεφανοῦ· καὶ γὰρ τὸ χρῆμʼ ἐργάζεται.
  2. ἄγε νυν ὅπως ἀνδριστὶ καὶ καλῶς ἐρεῖς
  3. διερεισαμένη τὸ σχῆμα τῇ βακτηρίᾳ.
Γυνὴ Β
  1. ἐβουλόμην μὲν ἂν ἕτερον τῶν ἠθάδων
  2. λέγειν τὰ βέλτισθʼ, ἵνʼ ἐκαθήμην ἥσυχος·
  3. νῦν δʼ οὐκ ἐάσω κατά γε τὴν ἐμὴν μίαν
  4. ἐν τοῖς καπηλείοισι λάκκους ἐμποιεῖν
  5. ὕδατος. ἐμοὶ μὲν οὐ δοκεῖ μὰ τὼ θεώ.
Πραξάγορα
  1. μὰ τὼ θεώ; τάλαινα ποῦ τὸν νοῦν ἔχεις;
Γυνὴ Β
  1. τί δʼ ἔστιν; οὐ γὰρ δὴ πιεῖν γʼ ᾔτησά σε.
Πραξάγορα
  1. μὰ Δίʼ ἀλλʼ ἀνὴρ ὢν τὼ θεὼ κατώμοσας,
  2. καίτοι τά γʼ ἄλλʼ εἰποῦσα δεξιώτατα.
Γυνὴ Β
  1. ὢ νὴ τὸν Ἀπόλλω.
Πραξάγορα
  1. παῦε τοίνυν, ὡς ἐγὼ
  2. ἐκκλησιάσουσʼ οὐκ ἂν προβαίην τὸν πόδα
  3. τὸν ἕτερον, εἰ μὴ ταῦτʼ ἀκριβωθήσεται.
Γυνὴ Β
  1. φέρε τὸν στέφανον· ἐγὼ γὰρ αὖ λέξω πάλιν.
  2. οἶμαι γὰρ ἤδη μεμελετηκέναι καλῶς.
  3. ἐμοὶ γὰρ ὦ γυναῖκες αἱ καθήμεναι—