Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- λέγοις ἄν.
- εἶτα πρὶν πιεῖν λέγω;
- ἰδοὺ πιεῖν.
- τί γὰρ ὦ μέλʼ ἐστεφανωσάμην;
- ἄπιθʼ ἐκποδών· τοιαῦτʼ ἂν ἡμᾶς ἠργάσω
- κἀκεῖ.
- τί δʼ; οὐ πίνουσι κἀν τἠκκλησίᾳ;
- ἰδού γε σοὶ πίνουσι.
- νὴ τὴν Ἄρτεμιν
- καὶ ταῦτα γʼ εὔζωρον. τὰ γοῦν βουλεύματα
- αὐτῶν ὅσʼ ἂν πράξωσιν ἐνθυμουμένοις
- ὥσπερ μεθυόντων ἐστὶ παραπεπληγμένα.
- καὶ νὴ Δία σπένδουσί γʼ· ἢ τίνος χάριν
- τοσαῦτʼ ἂν ηὔχοντʼ, εἴπερ οἶνος μὴ παρῆν;
- καὶ λοιδοροῦνταί γʼ ὥσπερ ἐμπεπωκότες,
- καὶ τὸν παροινοῦντʼ ἐκφέρουσʼ οἱ τοξόται,
- σὺ μὲν βάδιζε καὶ κάθησʼ· οὐδὲν γὰρ εἶ.
- νὴ τὸν Δίʼ ἦ μοι μὴ γενειᾶν κρεῖττον ἦν·
- δίψῃ γάρ, ὡς ἔοικʼ, ἀφαυανθήσομαι.
- ἔσθʼ ἥτις ἑτέρα βούλεται λέγειν;