Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἐπὶ τὸ δεῖπνον ἔρχομαι.
- νὴ τὴν Ἀφροδίτην πολύ γʼ ἁπάντων ὕστατος.
- ὅμως δʼ ἐκέλευε συλλαβοῦσάν μʼ ἡ γυνὴ
- ἄγειν σε καὶ τασδὶ μετὰ σοῦ τὰς μείρακας.
- οἶνος δὲ Χῖός ἐστι περιλελειμμένος
- καὶ τἄλλʼ ἀγαθά. πρὸς ταῦτα μὴ βραδύνετε,
- καὶ τῶν θεατῶν εἴ τις εὔνους τυγχάνει,
- καὶ τῶν κριτῶν εἰ μή τις ἑτέρωσε βλέπει,
- ἴτω μεθʼ ἡμῶν· πάντα γὰρ παρέξομεν.
- οὔκουν ἅπασι δῆτα γενναίως ἐρεῖς
- καὶ μὴ παραλείψεις μηδένʼ, ἀλλʼ ἐλευθέρως
- καλεῖς γέροντα μειράκιον παιδίσκον; ὡς
- τὸ δεῖπνον αὐτοῖς ἐστʼ ἐπεσκευασμένον
- ἁπαξάπασιν, ἢν ἀπίωσιν οἴκαδε.
- ἐγὼ δὲ πρὸς τὸ δεῖπνον ἤδη ʼπείξομαι·
- ἔχω δέ τοι καὶ δᾷδα ταυτηνὶ καλῶς.
- τί δῆτα διατρίβεις ἔχων, ἀλλʼ οὐκ ἄγεις
- τασδὶ λαβών; ἐν ὅσῳ δὲ καταβαίνεις, ἐγὼ
- ἐπᾴσομαι μέλος τι μελλοδειπνικόν.
- σμικρὸν δʼ ὑποθέσθαι τοῖς κριταῖσι βούλομαι.