Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν,
  2. ἀγαθοῖσιν ὦ Ζεῦ· πολὺ δʼ ὑπερπέπαικεν αὖ
  3. τούτων ἁπάντων τὰ Θάσιʼ ἀμφορείδια.
  4. ἐν τῇ κεφαλῇ γὰρ ἐμμένει πολὺν χρόνον·
  5. τὰ δʼ ἄλλʼ ἀπανθήσαντα πάντʼ ἀπέπτετο·
  6. ὥστʼ ἐστὶ πολὺ βέλτιστα, πολὺ δῆτʼ ὦ θεοί.
  7. κέρασον ἄκρατον, εὐφρανεῖ τὴν νύχθʼ ὅλην
  8. ἐκλεγομένας ὅ τι ἂν μάλιστʼ ὀσμὴν ἔχῃ.
  9. ἀλλʼ ὦ γυναῖκες φράσατέ μοι τὸν δεσπότην,
  10. τὸν ἄνδρʼ, ὅπου ʼστί, τῆς ἐμῆς κεκτημένης.
Χορὸς
  1. αὐτοῦ μένουσʼ ἡμῖν γʼ ἂν ἐξευρεῖν δοκεῖς.
Θεραπαίνα
  1. μάλισθʼ· ὁδὶ γὰρ ἐπὶ τὸ δεῖπνον ἔρχεται.
  2. ὦ δέσποτʼ ὦ μακάριε καὶ τρισόλβιε.
Βλέπυρος
  1. ἐγώ;
Θεραπαίνα
  1. σὺ μέντοι νὴ Δίʼ ὥς γʼ οὐδεὶς ἀνήρ.
  2. τίς γὰρ γένοιτʼ ἂν μᾶλλον ὀλβιώτερος,
  3. ὅστις πολιτῶν πλεῖον ἢ τρισμυρίων
  4. ὄντων τὸ πλῆθος οὐ δεδείπνηκας μόνος;
Χορὸς
  1. εὐδαιμονικόν γʼ ἄνθρωπον εἴρηκας σαφῶς.
Θεραπαίνα
  1. ποῖ ποῖ βαδίζεις;