Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τοῖς σοφοῖς μὲν τῶν σοφῶν μεμνημένοις κρίνειν ἐμέ,
  2. τοῖς γελῶσι δʼ ἡδέως διὰ τὸν γέλων κρίνειν ἐμέ·
  3. σχεδὸν ἅπαντας οὖν κελεύω δηλαδὴ κρίνειν ἐμέ,
  4. μηδὲ τὸν κλῆρον γενέσθαι μηδὲν ἡμῖν αἴτιον,
  5. ὅτι προείληχʼ· ἀλλὰ πάντα ταῦτα χρὴ μεμνημένους
  6. μὴ ʼπιορκεῖν ἀλλὰ κρίνειν τοὺς χοροὺς ὀρθῶς ἀεί,
  7. μηδὲ ταῖς κακαῖς ἑταίραις τὸν τρόπον προσεικέναι,
  8. αἳ μόνον μνήμην ἔχουσι τῶν τελευταίων ἀεί.
Χορὸς
  1. ὦ ὦ ὥρα δή,
  2. ὦ φίλαι γυναῖκες, εἴπερ μέλλομεν τὸ χρῆμα δρᾶν,
  3. ἐπὶ τὸ δεῖπνον ὑπαποκινεῖν. κρητικῶς οὖν τὼ πόδε
  4. καὶ σὺ κίνει.
Βλέπυρος
  1. τοῦτο δρῶ.
Χορὸς
  1. καὶ τάσδε νῦν ---
  2. ---λαγαρὰς τοῖν σκελίσκοιν τὸν ῥυθμόν.
Χορὸς
  1. τάχα γὰρ ἔπεισι
  2. λοπαδοτεμαχοσελαχογαλεο-
  3. κρανιολειψανοδριμυποτριμματο-
  4. σιλφιοτυρομελιτοκατακεχυμενο-
  5. κιχλεπικοσσυφοφαττοπεριστερα-