Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὅστις πολιτῶν πλεῖον ἢ τρισμυρίων
- ὄντων τὸ πλῆθος οὐ δεδείπνηκας μόνος;
- εὐδαιμονικόν γʼ ἄνθρωπον εἴρηκας σαφῶς.
- ποῖ ποῖ βαδίζεις;
- ἐπὶ τὸ δεῖπνον ἔρχομαι.
- νὴ τὴν Ἀφροδίτην πολύ γʼ ἁπάντων ὕστατος.
- ὅμως δʼ ἐκέλευε συλλαβοῦσάν μʼ ἡ γυνὴ
- ἄγειν σε καὶ τασδὶ μετὰ σοῦ τὰς μείρακας.
- οἶνος δὲ Χῖός ἐστι περιλελειμμένος
- καὶ τἄλλʼ ἀγαθά. πρὸς ταῦτα μὴ βραδύνετε,
- καὶ τῶν θεατῶν εἴ τις εὔνους τυγχάνει,