Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. καὶ τῶν κριτῶν εἰ μή τις ἑτέρωσε βλέπει,
  2. ἴτω μεθʼ ἡμῶν· πάντα γὰρ παρέξομεν.
Βλέπυρος
  1. οὔκουν ἅπασι δῆτα γενναίως ἐρεῖς
  2. καὶ μὴ παραλείψεις μηδένʼ, ἀλλʼ ἐλευθέρως
  3. καλεῖς γέροντα μειράκιον παιδίσκον; ὡς
  4. τὸ δεῖπνον αὐτοῖς ἐστʼ ἐπεσκευασμένον
  5. ἁπαξάπασιν, ἢν ἀπίωσιν οἴκαδε.
  6. ἐγὼ δὲ πρὸς τὸ δεῖπνον ἤδη ʼπείξομαι·
  7. ἔχω δέ τοι καὶ δᾷδα ταυτηνὶ καλῶς.
Χορὸς
  1. τί δῆτα διατρίβεις ἔχων, ἀλλʼ οὐκ ἄγεις
  2. τασδὶ λαβών; ἐν ὅσῳ δὲ καταβαίνεις, ἐγὼ