Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὥστʼ ἐστὶ πολὺ βέλτιστα, πολὺ δῆτʼ ὦ θεοί.
- κέρασον ἄκρατον, εὐφρανεῖ τὴν νύχθʼ ὅλην
- ἐκλεγομένας ὅ τι ἂν μάλιστʼ ὀσμὴν ἔχῃ.
- ἀλλʼ ὦ γυναῖκες φράσατέ μοι τὸν δεσπότην,
- τὸν ἄνδρʼ, ὅπου ʼστί, τῆς ἐμῆς κεκτημένης.
- αὐτοῦ μένουσʼ ἡμῖν γʼ ἂν ἐξευρεῖν δοκεῖς.
- μάλισθʼ· ὁδὶ γὰρ ἐπὶ τὸ δεῖπνον ἔρχεται.
- ὦ δέσποτʼ ὦ μακάριε καὶ τρισόλβιε.
- ἐγώ;
- σὺ μέντοι νὴ Δίʼ ὥς γʼ οὐδεὶς ἀνήρ.
- τίς γὰρ γένοιτʼ ἂν μᾶλλον ὀλβιώτερος,