Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἄνω ʼπιθεῖναι πρόφασιν ἀντὶ ληκύθου.
Θεραπαίνα
  1. ὦ μακάριος μὲν δῆμος, εὐδαίμων δʼ ἐγώ,
  2. αὐτή τέ μοι δέσποινα μακαριωτάτη,
  3. ὑμεῖς θʼ ὅσαι παρέστατʼ ἐπὶ ταῖσιν θύραις
  4. οἱ γείτονές τε πάντες οἵ τε δημόται,
  5. ἐγώ τε πρὸς τούτοισιν ἡ διάκονος,
  6. ἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν,
  7. ἀγαθοῖσιν ὦ Ζεῦ· πολὺ δʼ ὑπερπέπαικεν αὖ
  8. τούτων ἁπάντων τὰ Θάσιʼ ἀμφορείδια.
  9. ἐν τῇ κεφαλῇ γὰρ ἐμμένει πολὺν χρόνον·
  10. τὰ δʼ ἄλλʼ ἀπανθήσαντα πάντʼ ἀπέπτετο·