Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- νὴ τὴν Ἑκάτην ἐάν τε βούλῃ γʼ ἤν τέ μή.
- ὦ τρισκακοδαίμων εἰ γυναῖκα δεῖ σαπρὰν
- βινεῖν ὅλην τὴν νύκτα καὶ τὴν ἡμέραν,
- κἄπειτʼ ἐπειδὰν τῆσδʼ ἀπαλλαγῶ, πάλιν
- φρύνην ἔχουσαν λήκυθον πρὸς ταῖς γνάθοις.
- ἆρʼ οὐ κακοδαίμων εἰμί; βαρυδαίμων μὲν οὖν
- νὴ τὸν Δία τὸν σωτῆρʼ ἀνὴρ καὶ δυστυχής,
- ὅστις τοιούτοις θηρίοις συνείρξομαι.
- ὅμως δʼ ἐάν τι πολλὰ πολλάκις πάθω
- ὑπὸ τοῖνδε τοῖν κασαλβάδοιν δεῦρʼ ἐσπλέων,
- θάψαι μʼ ἐπʼ αὐτῷ τῷ στόματι τῆς ἐσβολῆς,
- καὶ τήνδʼ ἄνωθεν ἐπιπολῆς τοῦ σήματος
- ζῶσαν καταπιττώσαντες εἶτα τὼ πόδε
- μολυβδοχοήσαντες κύκλῳ περὶ τὰ σφυρὰ
- ἄνω ʼπιθεῖναι πρόφασιν ἀντὶ ληκύθου.
- ὦ μακάριος μὲν δῆμος, εὐδαίμων δʼ ἐγώ,
- αὐτή τέ μοι δέσποινα μακαριωτάτη,
- ὑμεῖς θʼ ὅσαι παρέστατʼ ἐπὶ ταῖσιν θύραις
- οἱ γείτονές τε πάντες οἵ τε δημόται,
- ἐγώ τε πρὸς τούτοισιν ἡ διάκονος,