Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. κἄπειτʼ ἐπειδὰν τῆσδʼ ἀπαλλαγῶ, πάλιν
  2. φρύνην ἔχουσαν λήκυθον πρὸς ταῖς γνάθοις.
  3. ἆρʼ οὐ κακοδαίμων εἰμί; βαρυδαίμων μὲν οὖν
  4. νὴ τὸν Δία τὸν σωτῆρʼ ἀνὴρ καὶ δυστυχής,
  5. ὅστις τοιούτοις θηρίοις συνείρξομαι.
  6. ὅμως δʼ ἐάν τι πολλὰ πολλάκις πάθω
  7. ὑπὸ τοῖνδε τοῖν κασαλβάδοιν δεῦρʼ ἐσπλέων,
  8. θάψαι μʼ ἐπʼ αὐτῷ τῷ στόματι τῆς ἐσβολῆς,
  9. καὶ τήνδʼ ἄνωθεν ἐπιπολῆς τοῦ σήματος
  10. ζῶσαν καταπιττώσαντες εἶτα τὼ πόδε
  11. μολυβδοχοήσαντες κύκλῳ περὶ τὰ σφυρὰ