Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. πῶς οὖν δικωπεῖν ἀμφοτέρας δυνήσομαι;
Γραῦς Β
  1. καλῶς, ἐπειδὰν καταφάγῃς βολβῶν χύτραν.
Νεανίας
  1. οἴμοι κακοδαίμων ἐγγὺς ἤδη τῆς θύρας
  2. ἑλκόμενός εἰμʼ.
Γραῦς Β
  1. ἀλλʼ οὐδὲν ἔσται σοι πλέον.
  2. ξυνεσπεσοῦμαι γὰρ μετὰ σοῦ.
Νεανίας
  1. μὴ πρὸς θεῶν·
  2. ἑνὶ γὰρ ξυνέχεσθαι κρεῖττον ἢ δυοῖν κακοῖν.
Γραῦς Γ
  1. νὴ τὴν Ἑκάτην ἐάν τε βούλῃ γʼ ἤν τέ μή.
Νεανίας
  1. ὦ τρισκακοδαίμων εἰ γυναῖκα δεῖ σαπρὰν
  2. βινεῖν ὅλην τὴν νύκτα καὶ τὴν ἡμέραν,