Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. δευρὶ μὲν οὖν ἴθʼ ὡς ἔμʼ.
Νεανίας
  1. ἢν ἡδί μʼ ἀφῇ.
Γραῦς Β
  1. ἀλλʼ οὐκ ἀφήσω μὰ Δία σʼ.
Γραῦς Γ
  1. οὐδὲ μὴν ἐγώ.
Νεανίας
  1. χαλεπαί γʼ ἂν ἦστε γενόμεναι πορθμῆς.
Γραῦς Β
  1. τιή;
Νεανίας
  1. ἕλκοντε τοὺς πλωτῆρας ἂν ἀπεκναίετε.
Γραῦς Β
  1. σιγῇ βάδιζε δεῦρο.
Γραῦς Γ
  1. μὰ Δίʼ ἀλλʼ ὡς ἐμέ.
Νεανίας
  1. τουτὶ τὸ πρᾶγμα κατὰ τὸ Καννωνοῦ σαφῶς
  2. ψήφισμα, βινεῖν δεῖ με διαλελημμένον.